Advertisement
Not a member of Pastebin yet?
Sign Up,
it unlocks many cool features!
- Ξανθίας
- ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
- 520ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
- ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
- Διόνυσος
- ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,
- ὁτιή σε παίζων Ἡρακλέα 'νεσκεύασα;
- οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,
- 525ἀλλ᾽ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
- Ξανθίας
- τί δ᾽ ἔστιν; οὔ τι πού μ᾽ ἀφελέσθαι διανοεῖ
- ἅδωκας αὐτός;
- Διόνυσος
- οὐ τάχ᾽, ἀλλ᾽ ἤδη ποιῶ.
- κατάθου τὸ δέρμα.
- Ξανθίας
- ταῦτ᾽ ἐγὼ μαρτύρομαι
- καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
- Διόνυσος
- ποίοις θεοῖς;
- 530τὸ δὲ προσδοκῆσαί σ᾽ οὐκ ἀνόητον καὶ κενὸν
- ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;
- Ξανθίας
- ἀμέλει καλῶς: ἔχ᾽ αὔτ᾽. ἴσως γάρ τοί ποτε
- ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
Advertisement
Add Comment
Please, Sign In to add comment
Advertisement